The Bible Software
bible.software › Deuteronomy › Deuteronomy 28 › Deuteronomy 28:36

Deuteronomy 28:36

ἀπαγάγοι Κύριός σε καὶ τοὺς ἄρχοντάς σου, οὓς ἂν καταστήσῃς ἐπὶ σεαυτόν, ἐπ᾿ ἔθνος, ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις.

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

In The King James Version

The LORD shall bring thee, and thy king which thou shalt set over thee, unto a nation which neither thou nor thy fathers have known; and there shalt thou serve other gods, wood and stone.

In Context

35πατάξαι σε Κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας, ὥστε μὴ δύνασθαι ἰαθῆναί σε ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου.

37καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε Κύριος ἐκεῖ.

Read all of Deuteronomy 28

Cross References

Deuteronomy 4:28καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις, ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσι.

1 Samuel 12:25καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε.

2 Kings 17:6ἐν ἔτει ἐνάτῳ Ὡσηὲ συνέλαβε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν καὶ ἀπῴκισεν Ἰσραὴλ εἰς Ἀσσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμοῖς Γωζάν, καὶ ὄρη Μήδων.

2 Kings 25:6καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, καὶ ἐλάλησε μετ᾿ αὐτοῦ κρίσιν·

2 Kings 25:21καὶ ἔπαισεν αὐτοὺς ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐθανάτωσεν αὐτοὺς εἰς Δεβλαθὰ ἐν γῇ Αἰμάθ. καὶ ἀπῳκίσθη Ἰούδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ.

2 Chronicles 36:6καὶ ἀνέβη ἐπ' αὐτὸν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study Deuteronomy 28:36

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← Deuteronomy 28:35Deuteronomy 28Deuteronomy 28:37 →