Deuteronomy 28:52
καὶ ἐκτρίψῃ σε ἐν ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφ᾿ οἷς σὺ πέποιθας ἐπ᾿ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου, καὶ θλίψει σε ἐν ταῖς πόλεσί σου, αἷς ἔδωκέ σοι.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 26:25καὶ ἐπάξω ἐφ᾿ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης, καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ παραδοθήσεσθε εἰς χεῖρας τῶν ἐχθρῶν.
2 Kings 18:13Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἐζεκίου ἀνέβη Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς.
2 Kings 25:1ΚΑΙ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ καὶ παρενέβαλεν ἐπ᾿ αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ᾿ αὐτὴν περίτειχος κύκλῳ.
Isaiah 1:7ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσι αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.
Jeremiah 10:18ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει, ὅπως εὑρεθῇ ἡ πληγή σου·
Jeremiah 37:8ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπε Κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις·