Deuteronomy 3:11
ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ραφαΐν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμάν, ἐννέα πήχεων τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 14:5ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετ᾿ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ καὶ Καρναΐν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς Ὀμμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει
1 Samuel 17:4καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων Γολιὰθ ὄνομα αὐτῶν ἐκ Γέθ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς·
2 Samuel 12:26Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ραββὰθ υἱῶν Ἀμμὼν καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας.
Ezekiel 21:20τοῦ εἰσελθεῖν ρομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως, ἐπ' ἀρχῆς ὁδοῦ διατάξεις τοῦ εἰσελθεῖν ρομφαίαν ἐπὶ Ραββὰθ υἱῶν Ἀμμὼν καὶ ἐπὶ τὴν Ἰουδαίαν καὶ ἐπὶ Ἱερουσαλὴμ ἐν μέσῳ αὐτῆς.
Amos 2:9ἐγὼ δὲ ἐξῇρα τὸν Ἀμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν, καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ρίζας αὐτοῦ ὑποκάτωθεν.