Deuteronomy 31:4
καὶ ποιήσει Κύριος ὁ Θεός σου αὐτοῖς καθὼς ἐποίησε Σηὼν καὶ Ὤγ, τοῖς δυσὶ βασιλεῦσι τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι ἐξωλόθρευσεν αὐτούς·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
5καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑμῖν, καὶ ποιήσετε αὐτοῖς, καθότι ἐνετειλάμην ὑμῖν.
Cross References
Exodus 23:28καὶ ἀποστελῶ τὰς σφηκίας προτέρας σου, καὶ ἐκβαλεῖς τοὺς Ἀμορραίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπό σοῦ.
Numbers 21:35καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ.
Deuteronomy 3:3καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.
Deuteronomy 7:2καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις αὐτούς, ἀφανισμῷ ἀφανιεῖς αὐτούς, οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς,
Joshua 24:12καὶ ἐξαπέστειλε προτέραν ὑμῶν τὴν σφηκιάν, καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν, δώδεκα βασιλεῖς τῶν Ἀμορραίων, οὐκ ἐν τῇ ρομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου.