Deuteronomy 31:9
Καὶ ἔγραψε Μωυσῆς τὰ ρήματα τοῦ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς προσβυτέροις τῶν υἱῶν Ἰσραήλ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
8καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε, οὐδὲ μή σε ἐγκαταλίπῃ· μὴ φοβοῦ μηδὲ δειλία.
Cross References
Numbers 4:15καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν, καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι· ταῦτα ἀροῦσιν οἱ υἱοὶ Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
Deuteronomy 10:8ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλε Κύριος τὴν φυλὴν τὴν Λευὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
Deuteronomy 31:22καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ.
Deuteronomy 31:25καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου λέγων·
Joshua 3:3καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες· ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τὸν τόπον ὑμῶν καὶ πορεύσεσθε ὀπίσω αὐτῆς·
Joshua 6:12καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ἀνέστη Ἰησοῦς τὸ πρωΐ, καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου,