Deuteronomy 32:36
ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται· εἶδε γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
37καὶ εἶπε Κύριος· ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ᾿ οἷς ἐπεποίθεισαν ἐπ᾿ αὐτοῖς;
Cross References
Exodus 32:14καὶ ἱλάσθη Κύριος περὶ τῆς κακίας, ἧς εἶπε ποιῆσαι τὸν λαὸν αὐτοῦ.
Judges 2:18καὶ ὅτι ἤγειρε Κύριος αὐτοῖς κριτάς, καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καί ἐκθλιβόντων αὐτούς.
1 Kings 14:10διὰ τοῦτο ἐγὼ ἄγω κακίαν πρός σε εἰς οἶκον Ἱεροβοάμ· ἐξολοθρεύσω τοῦ Ἱεροβοὰμ οὐροῦντα πρὸς τοῖχον ἐχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραὴλ καὶ ἐπιλέξω οἴκου Ἱεροβοάμ, καθὼς ἐπιλέγεται ἡ κόπρος, ὡς τελειωθῆναι αὐτόν·
2 Kings 9:8καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Ἀχαὰβ καὶ ἐξολοθρεύσεις τῷ οἴκῳ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραήλ·
Psalms 7:8καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.
Psalms 90:13ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.