Deuteronomy 4:23
προσέχετε ὑμεῖς, μὴ ἐπιλάθησθε τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἣν διέθετο πρὸς ὑμᾶς, καὶ ἀνομήσητε, καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων, ὧν συνέταξέ σοι Κύριος ὁ Θεός σου·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
24ὅτι Κύριος ὁ Θεός σου πῦρ καταναλίσκον ἐστί, Θεὸς ζηλωτής.
Cross References
Deuteronomy 4:9πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου
Deuteronomy 5:2Κύριος ὁ Θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς διαθήκην ἐν Χωρήβ·
Deuteronomy 16:22οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησε Κύριος ὁ Θεός σου.
Deuteronomy 27:15Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσι· γένοιτο.
Deuteronomy 31:20εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσι· καί ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοῖς καὶ παροξυνοῦσί με καὶ διασκεδάσουσι τὴν διαθήκην μου.
Joshua 23:16ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἣν ἐνετείλατο ἡμῖν, καὶ πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς.