Deuteronomy 4:36
ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέ σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα, καὶ τὰ ρήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
35ὥστε εἰδῆσαί σε ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός ἐστι, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.
Cross References
Exodus 19:9εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα. ἀνήγγειλε δὲ Μωυσῆς τὰ ρήματα τοῦ λαοῦ πρὸς Κύριον.
Exodus 19:19ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα· Μωυσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ·
Exodus 20:22εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τάδε ἐρεῖς τῷ οἴκῳ Ἰακὼβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ· ὑμεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς·
Deuteronomy 4:12καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ρημάτων, ἣν ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ᾿ ἢ φωνήν·
Deuteronomy 4:33εἰ ἀκήκοεν ἔθνος φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας·