Deuteronomy 7:25
τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν καύσετε πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ᾿ αὐτῶν σὺ λήψῃ σεαυτῷ, μὴ πταίσῃς δι᾿ αὐτό, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 32:20καὶ λαβὼν τὸν μόσχον, ὃν ἐποίησαν, κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτὸν καὶ ἔσπειρεν αὐτὸν ἐπὶ τὸ ὕδωρ καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς Ἰσραήλ.
Leviticus 19:4οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμῖν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
Deuteronomy 7:16καὶ φαγῇ πάντα τὰ σκῦλα τῶν ἐθνῶν, ἃ Κύριος ὁ Θεός σου δίδωσί σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτοῖς, καὶ οὐ μὴ λατρεύσῃς τοῖς θεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτό ἐστί σοι.
Deuteronomy 17:1ΟΥ θύσεις Κυρίῳ τῷ Θεῷ σου μόσχον ἢ πρόβατον, ἐν ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, πᾶν ρῆμα πονηρόν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστιν.
Deuteronomy 27:15Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσι· γένοιτο.
Joshua 7:21εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον, καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ σκηνῇ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.