Deuteronomy 8:7
ὁ γὰρ Κύριος ὁ Θεός σου εἰσάξει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν, οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
6καὶ φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν·
8γῆ πυροῦ καὶ κριθῆς, ἄμπελοι, συκαῖ, ροαί, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος·
Cross References
Exodus 3:8καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ρέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Εὐαίων καὶ Ἰεβουσαίων
Deuteronomy 11:9ἵνα μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς, γῆν ρέουσαν γάλα καὶ μέλι·
Deuteronomy 11:11ἡ δὲ γῆ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, γῆ ὀρεινὴ καὶ πεδεινή, ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ,
2 Kings 18:32ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος, καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε. καὶ μὴ ἀκούετε Ἐζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων· Κύριος ρήσεται ὑμᾶς.
Psalms 65:9τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.
Isaiah 5:1ΑΣΩ δὴ τῷ ἠγαπημένῳ ἆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι.