Ἐκκλησιαστής 1:8
πάντες οἱ λόγοι ἔγκοποι· οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν, καὶ οὐ πλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Proverbs 27:20ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται, ὡσαύτως καὶ οἱ ὁφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι. 20α βδέλυγμα Κυρίῳ στηρίζων ὀφθαλμόν, καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.
Ecclesiastes 2:11καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι ποιήμασί μου, οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ, ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον.
Ecclesiastes 4:1ΚΑΙ ἐπέστρεψα ἐγὼ καὶ εἶδον σὺν πάσας τὰς συκοφαντίας τὰς γενομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοῖς ἰσχύς, καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν.
Ecclesiastes 5:10ἐν πλήθει ἀγαθωσύνης ἐπληθύνθησαν ἔσθοντες αὐτήν· καὶ τί ἀνδρεία τῷ παρ᾿ αὐτῆς ὅτι ἀλλ᾿ ἢ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ;
Ecclesiastes 7:24καὶ αὐτὴ ἐμακρύνθη ἀπ᾿ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό;