The Bible Software
Ἐκκλησιαστής · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Ἐκκλησιαστής 12

1ΚΑΙ μνήσθητι τοῦ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου, ἕως ὅτου μὴ ἔλθωσιν ἡμέραι τῆς κακίας καὶ φθάσωσιν ἔτη, ἐν οἷς ἐρεῖς· οὐκ ἔστι μοι ἐν αὐτοῖς θέλημα·

2ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ ἐπιστρέψωσι τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ·

3ἐν ἡμέρᾳ, ᾗ ἐὰν σαλευθῶσι φύλακες τῆς οἰκίας καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλήθουσαι, ὅτι ὠλιγώθησαν, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς·

4καὶ κλείσουσι θύρας ἐν ἀγορᾷ, ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης, καὶ ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου, καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος·

5καὶ ἀπὸ ὕψους ὄψονται, καὶ θάμβοι ἐν τῇ ὁδῷ· καὶ ἀνθήσῃ τὸ ἀμύγδαλον, καὶ παχυνθῇ ἡ ἀκρίς, καὶ διασκεδασθῇ ἡ κάππαρις, ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ, καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι·

6ἕως ὅτου μὴ ἀνατραπῇ τὸ σχοινίον τοῦ ἀργυρίου, καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου, καὶ συντριβῇ ὑδρία ἐπὶ τῇ πηγῇ, καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον,

7καὶ ἐπιστρέψῃ ὁ χοῦς ἐπὶ τὴν γῆν, ὡς ἦν, καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν Θεόν, ὃς ἔδωκεν αὐτό.

8ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, τὰ πάντα ματαιότης.

9Καὶ περισσὸν ὅτι ἐγένετο ἐκκλησιαστὴς σοφός, ὅτι ἐδίδαξε γνῶσιν σὺν τὸν λαόν, καὶ οὖς ἐξιχνιάσεται κόσμιον παραβολῶν.

10πολλὰ ἐζήτησεν ἐκκλησιαστὴς τοῦ εὑρεῖν λόγους θελήματος καὶ γεγραμμένον εὐθύτητος, λόγους ἀληθείας.

11Λόγοι σοφῶν ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς

12καὶ περισσὸν ἐξ αὐτῶν. υἱὲ μου, φύλαξαι, τοῦ ποιῆσαι βιβλία πολλά· οὐκ ἔστι περασμός, καὶ μελέτη πολλὴ κόπωσις σαρκός.

13Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ὁ ἄνθρωπος.

14ὅτι σύμπαν τὸ ποίημα ὁ Θεὸς ἄξει ἐν κρίσει, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν.

← Ἐκκλησιαστής 11Read In The App, Free →Song of Solomon 1 →

Study Ἐκκλησιαστής 12

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112