Ἐκκλησιαστής 3:20
τὰ πάντα εἰς τόπον ἕνα· τὰ πάντα ἐγένετο ἀπὸ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέψει εἰς τὸν χοῦν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
All go unto one place; all are of the dust, and all turn to dust again.
In Context
Cross References
Genesis 25:8καὶ ἐκλείπων ἀπέθανεν Ἁβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
Numbers 27:13καὶ ὄψῃ αὐτὴν καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καθὰ προσετέθη Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει,
Job 10:9μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.
Job 14:14ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ· ὑπομενῶ ἕως ἂν πάλιν γένωμαι.
Job 30:24εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.
Psalms 49:14θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου·