The Bible Software
Ἐκκλησιαστής · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Ἐκκλησιαστής 6

1ΕΣΤΙ πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τὸ ἄνθρωπον·

2ἀνήρ, ᾧ δώσει αὐτῷ ὁ Θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων, ὧν ἐπιθυμήσει, καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ Θεὸς τοῦ φαγεῖν ἀπ᾿ αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν· τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστι.

3ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅ,τι ἔσονται αἱ ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ψυχὴ αὐτοῦ οὐ πλησθήσεται ἀπὸ τῆς ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα,

4ὅτι ἐν ματαιότητι ἦλθε καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται.

5καί γε ἥλιον οὐκ εἶδε καὶ οὐκ ἔγνω, ἀνάπαυσις τούτῳ ὑπὲρ τοῦτον.

6καὶ εἰ ἔζησε χιλίων ἐτῶν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἶδε, μὴ οὐκ εἰς τόπον ἕνα πορεύεται τὰ πάντα;

7Πᾶς μόχθος ἀνθρώπου εἰς στόμα αὐτοῦ, καί γε ἡ ψυχὴ οὐ πληρωθήσεται.

8ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; διότι ὁ πένης οἶδε πορευθῆναι κατέναντι τῆς ζωῆς.

9ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

10Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται κριθῆναι μετὰ τοῦ ἰσχυροτέρου ὑπὲρ αὐτόν·

11ὅτι εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. τί περισσὸν τῷ ἀνθρώπῳ;

12ὅτι τίς οἶδεν ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ ἀριθμὸν ζωῆς ἡμερῶν ματαιότητος αὐτοῦ; καὶ ἐποίησεν αὐτὰ ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ, τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;

← Ἐκκλησιαστής 5Read In The App, Free →Ἐκκλησιαστής 7 →

Study Ἐκκλησιαστής 6

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112