Exodus 1:21
ἐπεὶ δὲ ἐφοβοῦντο αἱ μαῖαι τὸν Θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
And it came to pass, because the midwives feared God, that he made them houses.
In Context
20εὖ δὲ ἐποίει ὁ Θεὸς τὰς μαίας, καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυε σφόδρα.
Cross References
1 Samuel 25:28ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου μου ὁ Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε.
2 Samuel 7:27Κύριε παντοκράτωρ Θεὸς Ἰσραήλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου, λέγων· οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρός σε τὴν προσευχὴν ταύτην.
1 Kings 11:38καὶ ἔσται ἐὰν φυλάξῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν, καθὼς ᾠκοδόμησα τῷ Δαυὶδ.
Psalms 112:1Ἀλληλούϊα. ΑΙΝΕΙΤΕ, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου·
Psalms 127:3ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
Ecclesiastes 8:12ὃς ἥμαρτεν, ἐποίησε τὸ πονηρὸν ἀπὸ τότε καὶ ἀπὸ μακρότητος αὐτῶν· ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἐστὶν ἀγαθὸν τοῖς φοβουμένοις τὸν Θεόν, ὅπως φοβῶνται ἀπὸ προσώπου αὐτοῦ.