Exodus 21:2
ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
1ΚΑΙ ταῦτα τὰ δικαιώματα, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν.
Cross References
Genesis 27:36καὶ εἶπε· δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ;
Exodus 22:3ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπ᾿ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται. ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος.
Leviticus 25:54ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα, ἐξελεύσεται ἐν τῷ ἔτει τῆς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετ᾿ αὐτοῦ·
Deuteronomy 15:12Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Ἑβραῖος ἢ Ἑβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ.
Deuteronomy 31:10καὶ ἐνετείλατο Μωυσῆς αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας,
Nehemiah 5:1ΚΑΙ ἡ κραυγὴ τοῦ λαοῦ καὶ γυναικῶν αὐτῶν μεγάλη πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς Ἰουδαίους.