Exodus 23:7
ἀπὸ παντὸς ρήματος ἀδίκου ἀποστήσῃ· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
6οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ.
8καὶ δῶρα οὐ λήψῃ· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ρήματα δίκαια.
Cross References
Exodus 23:1ΟΥ παραδέξῃ ἀκοὴν ματαίαν. οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος.
Leviticus 19:11Οὐ κλέψετε, οὐ ψεύσεσθε, οὐδὲ συκοφαντήσει ἕκαστος τὸν πλησίον.
Deuteronomy 27:25ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Proverbs 11:21χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήψεται μισθὸν πιστόν.
Isaiah 5:20Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.