Exodus 25:20
καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν· καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια, ἃ ἂν δῷ σοι.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 28:12καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς.
1 Kings 6:23καὶ ἐποίησεν ἐν τῷ δαβὶρ δύο Χερουβὶμ δέκα πήχεων μέγεθος ἐσταθμωμένον.
1 Chronicles 28:18καὶ τὸν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν Χερουβὶμ τῶν διαπεπετασμένων ταῖς πτέρυξι καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης Κυρίου.
Isaiah 6:1ΚΑΙ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.
Ezekiel 28:14ἀφ' ἧς ἡμέρας ἐκτίσθης σύ. μετὰ τοῦ Χεροὺβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων.