Exodus 29:18
καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὁλοκαύτωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας· θυσίασμα Κυρίῳ ἐστί.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 8:20καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον.
Genesis 22:2καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.
Genesis 22:13καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἁβραὰμ καὶ ἔλαβε τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.
Leviticus 1:17καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός· κάρπωμά ἐστι, θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.
1 Samuel 7:9καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ. καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραήλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος.
1 Kings 18:38καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ.