Exodus 32:16
καὶ αἱ πλάκες ἔργον Θεοῦ ἦσαν, καὶ ἡ γραφὴ γραφὴ Θεοῦ κεκολαμμένη ἐν ταῖς πλαξί.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
And the tables were the work of God, and the writing was the writing of God, graven upon the tables.
In Context
17καὶ ἀκούσας Ἰησοῦς τῆς φωνῆς τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν· φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ.
Cross References
Exodus 34:1ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, καθὼς καὶ αἱ πρῶται καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ρήματα, ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, αἷς συνέτριψας.
Deuteronomy 9:9ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης, ἃς διέθετο Κύριος πρὸς ὑμᾶς. καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον.
Deuteronomy 10:1ΕΝ ἐκείνῳ τῷ καιρῷ εἶπε Κύριος πρός με· λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, ὥσπερ τὰς πρώτας, καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος· καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην·