Exodus 33:12
Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον· ἰδοὺ σύ μοι λέγεις· ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μετ᾿ ἐμοῦ· σὺ δέ μοι εἶπας· οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ᾿ ἐμοί.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 18:19ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾿ αὐτόν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν.
Exodus 3:10καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ἰσρὴλ ἐκ γῆς Αἰγύπτου.
Exodus 33:1ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· προπορεύου, ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν.
Exodus 34:9καὶ εἶπεν· εἰ εὕρηκα χάριν ἐνώπιόν σου, συμπορευθήτω ὁ Κύριός μου μεθ᾿ ἡμῶν· ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστι, καὶ ἀφελεῖς σὺ τὰς ἁμαρτίας ἡμῶν καὶ τὰς ἀνομίας ἡμῶν, καὶ ἐσόμεθα σοί.
Psalms 1:6ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Jeremiah 1:5πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε.