Exodus 34:1
ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, καθὼς καὶ αἱ πρῶται καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ρήματα, ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, αἷς συνέτριψας.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 31:18Καὶ ἔδωκε Μωυσῇ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινά, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ Θεοῦ.
Exodus 32:19καὶ ἡνίκα ἤγγιζε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς, καὶ ὀργισθεὶς θυμῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας, καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος.
Deuteronomy 9:15καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, καὶ αἱ δύο πλάκες τῶν μαρτυρίων ἐπὶ ταῖς δυσὶ χερσί μου.