Exodus 34:15
μή ποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, καὶ ἐκπορνεύσωσιν ὀπίσω τῶν θεῶν αὐτῶν καὶ θύσωσι τοῖς θεοῖς αὐτῶν, καὶ καλέσωσί σε, καὶ φάγῃς τῶν αἱμάτων αὐτῶν,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
14οὐ γὰρ μὴ προσκυνήσητε θεοῖς ἑτέροις· ὁ γὰρ Κύριος ὁ Θεὸς ζηλωτὸν ὄνομα, Θεὸς ζηλωτής ἐστι.
Cross References
Exodus 23:32οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην,
Exodus 34:12πρόσεχε σεαυτῷ, μή ποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ εἰς αὐτήν, μή σοι γένηται πρόσκομμα ἐν ὑμῖν.
Leviticus 20:5καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὴν συγγένειαν αὐτοῦ καὶ ἀπολῶ αὐτὸν καὶ πάντας τοὺς ὁμονοοῦντας αὐτῷ, ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας ἐκ τοῦ λαοῦ αὐτῶν.
Numbers 25:1ΚΑΙ κατέλυσεν Ἰσραὴλ ἐν Σαττείν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ.
Deuteronomy 7:2καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις αὐτούς, ἀφανισμῷ ἀφανιεῖς αὐτούς, οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς,
Deuteronomy 31:18ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας, ἃς ἐποίησαν, ὅτι ἀπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους.