Exodus 6:4
καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾿ αὐτῆς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 6:18καὶ στήσω τὴν διαθήκην μου μετὰ σοῦ· εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ.
Genesis 15:13καὶ ἐρρέθη πρὸς ¨Αβραμ· γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη.
Genesis 17:4καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν,
Genesis 17:8καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν.
Genesis 23:4πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ.
Genesis 28:4καὶ δῴη σοι τὴν εὐλογίαν Ἁβραὰμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ Ἁβραάμ.