Ezekiel 10:2
καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν· εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν Χερουβὶμ καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν Χερουβὶμ καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιον ἐμοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 25:18ποιηθήσονται Χεροὺβ εἷς ἐκ τοῦ κλίτους τούτου καὶ Χεροὺβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο Χερουβὶμ ἐπὶ τὰ δύο κλίτη.
Psalms 18:12καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
Isaiah 6:6καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου,
Jeremiah 24:8καὶ ὡς τὰ σύκα τὰ πονηρά, ἃ οὐ βρωθήσονται ἀπὸ πονηρίας αὐτῶν, τάδε λέγει Κύριος, οὕτως παραδώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον Ἱερουσαλὴμ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ.
Ezekiel 1:15καὶ εἶδον καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζῴων τοῖς τέσσαρσι·
Ezekiel 9:11καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσφὺν αὐτοῦ καὶ ἀπεκρίνατο λέγων· πεποίηκα καθὼς ἐνετείλω μοι.