Ezekiel 11:24
καὶ ἀνέλαβέ με πνεῦμα καὶ ἤγαγέ με εἰς γῆς Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι Θεοῦ. καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
23καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως.
25καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ Κυρίου, οὓς ἔδειξέ μοι.
Cross References
Genesis 17:22συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ Θεὸς ἀπό Ἁβραάμ.
2 Kings 2:16καὶ εἶπον πρὸς αὐτόν· ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφ᾿ ἓν τῶν ὀρέων ἢ ἐφ᾿ ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ἑλισαιέ· οὐκ ἀποστελεῖτε.
Ezekiel 1:3καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ Κυρίου,
Ezekiel 3:15καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ τοὺς ὄντας ἐκεῖ καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν.
Ezekiel 11:1ΚΑΙ ἀνέλαβέ με πνεῦμα καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ εἶδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεζονίαν τὸν τοῦ Ἔζερ καὶ Φαλτίαν τὸν τοῦ Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ.