Ezekiel 11:6
ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
Ye have multiplied your slain in this city, and ye have filled the streets thereof with the slain.
In Context
Cross References
Isaiah 1:15ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾿ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
Jeremiah 2:34καὶ ἐν ταῖς χερσί σου εὑρέθησαν αἵματα ψυχῶν ἀθώων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς, ἀλλ' ἐπὶ πάσῃ δρυΐ.
Jeremiah 7:9καὶ φονεύετε καὶ μοιχᾶσθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ' ἀδίκῳ καὶ θυμιᾶτε τῇ Βάαλ καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν
Ezekiel 7:23καὶ ποιήσουσι φυρμόν, διότι ἡ γῆ πλήρης λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομίας.
Ezekiel 22:2καὶ σὺ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς
Ezekiel 22:12δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί· καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει Κύριος.