Ezekiel 16:37
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου, ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς καὶ πάντας, οὓς ἠγάπησας, σὺν πᾶσιν, οἷς ἐμίσεις· καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
38καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου.
Cross References
Jeremiah 4:30καὶ σὺ τί ποιήσεις, ἐὰν περιβάλῃ κόκκινον καὶ κοσμήσῃ κόσμῳ χρυσῷ, ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀφθαλμούς σου; εἰ μάταιον ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν.
Jeremiah 13:26κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου.
Lamentations 1:8Ἁμαρτίαν ἥμαρτεν Ἰερουσαλήμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν ἐταπείνωσαν αὐτήν, εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς, καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω.
Ezekiel 23:9διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων, ἐφ' οὓς ἐπετίθετο.
Hosea 2:3εἴπατε τῷ ἀδελφῷ ὑμῶν· λαός μου καὶ τῇ ἀδελφῇ ὑμῶν· ἠλεημένη.
Hosea 8:10διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσι. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας.