Ezekiel 16:42
καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι καὶ σὺ μὴ μεριμνήσω οὐκέτι.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
2 Samuel 21:14καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τά ὀστᾶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κὶς τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα, ὅσα ἐνετείλατο ὁ βασιλεύς. καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα.
Isaiah 40:1ΠΑΡΑΚΑΛΕΙΤΕ παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός.
Ezekiel 5:12τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτούς, καὶ τὸ τέταρτόν σου ἐν ρομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.
Ezekiel 21:17καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου καὶ ἀναφήσω τόν θυμόν μου· ἐγὼ Κύριος λελάληκα.
Zechariah 6:8καὶ ἀνεβόησε καὶ ἐλάλησε πρός με λέγων· ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ.