Ezekiel 19:3
καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο καὶ ἔμαθε τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
2 Kings 23:34καὶ ἐβασίλευσε φαραὼ Νεχαὼ ἐπ᾿ αὐτοὺς τὸν Ἐλιακὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακίμ· καὶ τὸν Ἰωάχαζ ἔλαβε καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ.
Ezekiel 19:6καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε·
Ezekiel 32:2υἱὲ ἀνθρώπου λαβὲ θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ· λέοντι ἐθνῶν ὡμοιώθης καὶ σὺ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου καὶ κατεπάτεις τοὺς ποταμούς σου.