Ezekiel 21:15
ὅπως θραυσθῇ ἡ καρδία καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδονται εἰς σφάγια ρομφαίας, εὖ γέγονεν εἰς σφαγήν, εὖ γέγονεν εἰς στίλβωσιν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
16καὶ διαπορεύου, ὀξύνου, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται.
Cross References
Ezekiel 15:7καὶ δώσω τὸ πρόσωπόν μου ἐπ᾿ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ᾿ αὐτούς.
Ezekiel 21:7καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σέ· ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς· ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει Κύριος.
Ezekiel 21:22ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἱερουσαλὴμ τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι φωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς καὶ βαλεῖν χῶμα καὶ οἰκοδομῆσαι βελοστάσεις.