Ezekiel 21:26
τάδε λέγει Κύριος· ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον· αὕτη οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλὸν καὶ ὕψωσας τὸ ταπεινόν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
25καὶ σύ, βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ Ἰσραήλ, οὗ ἥκει ἡ ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας,
27ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν, οὐδ' αὕτη τοιαύτη ἔσται, ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.
Cross References
1 Samuel 2:7Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ.
2 Kings 25:27Καὶ ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικίας τοῦ Ἰωαχὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν Εὐι α λμαρω δὰχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν Ἰωαχὶμ τοῦ βασιλέως Ἰούδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ.
Psalms 113:7ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακὼβ
Jeremiah 13:18εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι· ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.
Jeremiah 52:9καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, καὶ ἐλάλησεν αὐτῷ μετὰ κρίσεως.
Lamentations 5:16ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς· οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.