Ezekiel 21:6
καὶ σὺ υἱὲ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀφθαλμοὺς αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Isaiah 16:11διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ὃ ἐνεκαίνισας.
Isaiah 22:4διὰ τοῦτο εἶπα· ἄφετέ με, πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου.
Jeremiah 9:17τάδε λέγει Κύριος· καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν
Jeremiah 30:6Τῇ Κηδὰρ τῇ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος. Οὕτως εἶπε Κύριος· ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδὰρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδέμ·
Ezekiel 6:11τάδε λέγει Κύριος· κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ πόδι καὶ εἰπόν· εὖγε εὖγε ἐπὶ πᾶσι τοῖς βδελύγμασιν οἴκου Ἰσραήλ· ἐν ρομφαίᾳ καὶ ἐν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται.
Ezekiel 12:3καὶ σύ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσι, διότι οἶκος παραπικραίνων ἐστί.