Ezekiel 22:14
εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις, αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Job 40:9ἦ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατ᾿ αὐτὸν βροντᾷς;
Isaiah 31:3Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεόν, ἵππων σάρκας καὶ οὐκ ἔστι βοήθεια· ὁ δὲ Κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται.
Jeremiah 13:21τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσί σε καθὼς γυναῖκα τίκτουσαν;
Ezekiel 6:10καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος λελάληκα.
Ezekiel 21:7καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σέ· ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς· ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει Κύριος.
Ezekiel 24:14ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν.