Ezekiel 23:20
καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
19καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέραν νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ,
Cross References
Leviticus 15:3καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ρέων γόνον ἐκ σώματος αὐτοῦ, ἐκ τῆς ρύσεως, ἧς συνέστηκε τὸ σῶμα αὐτοῦ διὰ τῆς ρύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ρύσεως σώματος αὐτοῦ, ᾗ συνέστηκε τὸ σῶμα αὐτοῦ διά τῆς ρύσεως, ἀκαθαρσία αὐτοῦ ἐστι.
Ezekiel 16:20καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν, ὡς μικρὰ ἐξεπόρνευσας,
Ezekiel 17:15καὶ ἀποστήσεται ἀπ᾿ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται;