Ezekiel 23:49
καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ' ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Isaiah 59:18ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις.
Ezekiel 7:4ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν, ἥκει ὁ καιρός, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων.
Ezekiel 9:10καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμός, οὐδὲ μὴ ἐλεήσω· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα.
Ezekiel 16:43ἀνθ᾿ ὧν οὐκ ἐμνήσθης τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις, καὶ ἰδοὺ ἐγὼ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου.
Ezekiel 20:38καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀφεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος Κύριος.
Ezekiel 20:44καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, λέγει Κύριος. (Μασ. ΚΑ 1).