Ezekiel 24:17
στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἐστίν· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 10:6καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους· τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε, ἵνα μὴ ἀποθάνητε, καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ δὲ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος Ἰσραὴλ κλαύσονται τὸν ἐμπυρισμόν, ὃν ἐνεπυρίσθησαν ὑπὸ Κυρίου.
Leviticus 21:10Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει,
Psalms 37:7ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
Psalms 46:10ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἁβραάμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.
Jeremiah 16:5τάδε λέγει Κύριος· μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν καὶ μὴ πορευθῇς τοῦ κόψασθαι καὶ μὴ πενθήσῃς αὐτούς, ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου.
Ezekiel 24:22καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε,