Ezekiel 25:3
καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμών· ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
2υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ προφήτευσον ἐπ' αὐτοὺς
Cross References
Proverbs 17:5ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται· ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται.
Lamentations 1:7Ἐμνήσθη Ἱερουσαλὴμ ἡμερῶν ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς· πάντα τὰ ἐπιθυμήματα αὐτῆς, ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ, ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐγέλασαν ἐπὶ μετοικεσίᾳ αὐτῆς.
Lamentations 4:21Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ἰδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς· καί γε ἐπὶ σὲ διελεὑύσεται τὸ ποτήριον Κυρίου καὶ μεθυσθήσῃ καὶ ἀποχεεῖς.
Ezekiel 25:8Τάδε λέγει Κύριος· ἀνθ' ὧν εἶπε Μωάβ· ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος Ἰσραὴλ καὶ Ἰούδα,
Ezekiel 35:10διὰ τὸ εἶπεῖν σε· τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστι,