Ezekiel 26:12
καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλεῖ τὰ τείχη σου καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης σου ἐμβαλεῖ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
13καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι.
Cross References
2 Chronicles 36:10καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονόσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου Κυρίου καὶ ἐβασίλευσε Σεδεκίαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ.
Isaiah 23:11ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· Κύριος σαβαὼθ ἐνετείλατο περὶ Χαναὰν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν.
Isaiah 32:12καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γεννήματος.
Ezekiel 26:5ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Κύριος· καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι.
Ezekiel 28:8καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης.
Hosea 13:15διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ· ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπ᾿ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.