Ezekiel 26:20
καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς μηδὲ ἀναστῇς ἐπὶ γῆς ζωῆς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
21ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει Κύριος Κύριος.
Cross References
Numbers 16:30ἀλλ' ἢ ἐν φάσματι δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε, ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν Κύριον.
Job 30:3ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος· οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν,
Psalms 28:1Ψαλμὸς τῷ Δαυΐδ· ἐξοδίου σκηνῆς. ΕΝΕΓΚΑΤΕ τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν,
Isaiah 4:5καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοὺς ὄρους Σιὼν καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός, καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται·
Isaiah 59:10ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι· καὶ πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν,
Ezekiel 28:25τάδε λέγει Κύριος Κύριος· καὶ συνάξω τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν·