Ezekiel 27:15
υἱοὶ Ροδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
14ἐξ οἴκου Θεργαμὰ ἵππους καὶ ἱππεῖς ἔδωκαν τὴν ἀγοράν σου.
Cross References
Genesis 10:7υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ρεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ρεγμά· Σαβὰ καὶ Δαδάν.
1 Kings 10:22ὅτι ναῦς Θαρσὶς τῷ βασιλεῖ Σαλωμὼν ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιράμ, μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ θαρσὶς χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν. α Αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς, ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ἱερουσαλὴμ καὶ τὴν ἄκραν, τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ καὶ τὴν Ἀσσοὺρ καὶ τὴν Μαγδὰλ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω καὶ τὴν Ἰεθαρμὰθ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμών, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ, τοῦ μὴ κατάρξαι αὐτοῦ. 22β πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ὑπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου καὶ τοῦ Γεργεσαίου, τῶν μὴ ἐκ τῶν υἱῶν Ἰσραὴλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ᾿ αὐτοῦ ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ἰσραὴλ ἐξολοθρεῦσαι αὐτούς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης. 22γ καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες καὶ τρισσοὶ αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ.
1 Chronicles 1:32καὶ υἱοὶ Χεττούρας παλλακῆς Ἁβραάμ· καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβράμ, Ἰεξάν, Μαδιάμ, Μαδάμ, Σοβάκ, Σωέ. καὶ υἱοὶ Ἰεξάν· Δαιδὰν καὶ Σαβά.
Ezekiel 25:13διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ρομφαίᾳ πεσοῦνται.
Ezekiel 38:13Σαββὰ καὶ Δαιδὰν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσί σοι· εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα.