Ezekiel 28:23
αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Ezekiel 5:12τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτούς, καὶ τὸ τέταρτόν σου ἐν ρομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.
Ezekiel 21:14καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα καὶ διπλασίασον ρομφαίαν· ἡ τρίτη ρομφαία τραυματιῶν ἐστι, ρομφαία τραυματιῶν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς,
Ezekiel 25:7διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος.
Ezekiel 25:17καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς.
Ezekiel 30:4καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς.
Ezekiel 38:22καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ' αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ καὶ ἐπ' ἔθνη πολλὰ μετ' αὐτοῦ.