Ezekiel 29:16
καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 5:15καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθινον, οὐκ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον· ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν.
Psalms 25:7τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
Isaiah 20:5καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ᾿ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, ἦσαν γὰρ αὐτοῖς δόξα.
Isaiah 31:1ΟΥΑΙ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ᾿ ἵπποις πεποιθότες καὶ ἐφ᾿ ἅρμασιν, ἔστι γὰρ πολλά, καὶ ἐφ᾿ ἵπποις, πλῆθος σφόδρα, καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ καὶ τὸν Κύριον οὐκ ἐζήτησαν.
Isaiah 36:6ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ράβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾿ Αἴγυπτον· ὡς ἂν ἐπιστηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.
Jeremiah 2:18καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηῶν; καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν;