Ezekiel 31:12
καὶ ἐξωλόθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἐν πάσαις ταῖς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς, καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτῶν πάντες οἱ λαοὶ τῶν ἐθνῶν καὶ ἠδάφισαν αὐτόν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
11καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ.
Cross References
Isaiah 34:5ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως.
Ezekiel 30:11αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν ἐπ' Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν.
Ezekiel 32:12ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου· λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς.
Ezekiel 35:8καὶ ἐμπλήσω τῶν τραυματιῶν τοὺς βουνούς σου καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί.
Nahum 3:17ἐξήλατο ὡς ἀττέλεβος ὁ σύμμεικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέρᾳ πάγους· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς· οὐαὶ αὐτοῖς.