Ezekiel 32:10
καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται ἐν τῷ πέτασθαι τὴν ρομφαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφ' ἡμέρας πτώσεώς σου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
9καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν, ἣν οὐκ ἔγνως.
11ὅτι τάδε λέγει Κύριος Κύριος· ρομφαία βασιλέως Βαβυλῶνος ἥξει σοι,
Cross References
Exodus 15:14ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ.
Deuteronomy 32:41ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσί με ἀνταποδώσω·
Jeremiah 51:9μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ἰούδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν, ὧν ἐποίησαν ἐν γῇ Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ;
Ezekiel 27:35ἔπεσον, πάντες οἱ κωπηλάται σου. πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσε τὸ πρόσωπον αὐτῶν.
Zechariah 11:2ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.