Ezekiel 33:21
Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθε πρός με ὁ ἀνασωθεὶς ἀπὸ Ἱερουσαλὴμ λέγων· ἑάλω ἡ πόλις.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
2 Kings 25:4καὶ ἐρράγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχῶν, αὕτη ἥ ἐστι τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ. καὶ ἐπορεύθη ὁδὸν τὴν Ἄραβα,
2 Chronicles 36:17καὶ ἤγαγεν ἐπ' αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινε τοὺς νεανίσκους αὐτῶν ἐν ρομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησε καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσίν αὐτῶν.
Jeremiah 39:2καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ἱερουσαλήμ, καὶ Ἱερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ βασιλέως,
Ezekiel 1:2πέμπτῃ τοῦ μηνός (τοῦτο τό ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ἰωακείμ) καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεί, τὸν ἱερέα, ἐν γῇ Χαλδαίων ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ·
Ezekiel 32:1ΚΑΙ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·