Ezekiel 33:31
ἔρχονται πρός σε, ὡς συμπορεύεται λαός, καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσι τὰ ρήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 5:28καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρός με, καὶ εἶπε Κύριος πρός με· ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου, ὅσα ἐλάλησαν πρός σε· ὀρθῶς πάντα, ὅσα ἐλάλησαν.
Isaiah 29:13Καὶ εἶπε Κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.
Jeremiah 6:16τάδε λέγει Κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. καὶ εἶπαν· οὐ πορευσόμεθα.
Jeremiah 44:16καὶ ἦλθεν Ἱερεμίας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερὲθ καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς·