Ezekiel 36:20
καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς· λαὸς Κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 32:11καὶ ἐδεήθη Μωυσῆς ἔναντι Κυρίου τοῦ Θεοῦ καὶ εἶπεν· ἱνατί, Κύριε, θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ;
Joshua 7:9καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα;
2 Kings 18:30καὶ μὴ ἐλπιζέτω ὑμᾶς Ἐζεκίας πρὸς Κύριον λέγων· ἐξαιρούμενος ἐξελεῖται Κύριος, οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων.
2 Kings 19:10μὴ ἐπαιρέτω σε ὁ Θεός σου, ἐφ᾿ ᾧ σὺ πέποιθας ἐπ᾿ αὐτῷ λέγων· οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.
Jeremiah 33:24πλὴν χεὶρ Ἀχεικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ Ἱερεμίου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ τοῦ μὴ ἀνελεῖν αὐτόν.