Ezekiel 36:8
ὑμῶν δέ, ὄρη Ἰσραήλ, τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
7διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήψονται·
9ὅτι ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς καὶ ἐπιβλέψω ἐφ' ὑμᾶς, καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε.
Cross References
Psalms 67:6ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.
Isaiah 4:2Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ·
Isaiah 30:23τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον,
Ezekiel 12:25διότι ἐγὼ Κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι· ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσω, λέγει Κύριος.
Ezekiel 34:26καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου· καὶ δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας.
Hosea 2:21καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα καὶ μνηστεύσομαί σε ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς