Ezekiel 44:12
ἀνθ' ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν καὶ ἐγένετο τῷ οἴκῳ Ἰσραὴλ εἰς κόλασιν ἀδικίας, ἕνεκα τούτου ᾖρα τὴν χεῖρά μου ἐπ' αὐτούς, λέγει Κύριος ὁ Θεός,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 32:40ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ· ζῶ ἐγὼ εἰς τὸν αἰῶνα,
2 Kings 16:10καὶ ἐπορεύθη βασιλεὺς Ἄχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαγλαθφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν. καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῶ, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ρυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ·
Isaiah 9:16διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ Κύριος καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.
Ezekiel 20:6ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ἡτοίμασα αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν.
Ezekiel 20:23καὶ ἐξῇρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις,
Ezekiel 44:10ἀλλ' ἢ οἱ Λευῖται, οἵτινες ἀφήλαντο ἀπ' ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν Ἰσραὴλ ἀπ' ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν, καὶ λήψονται ἀδικίαν αὐτῶν